ΕΥΑΓΓΕΛΙΟ, ΣΑΒΒΑΤΟ 31 ΜΑΡΤΙΟΥ 2018 – Η ΑΝΑΣΤΑΣΗ ΤΟΥ ΛΑΖΑΡΟΥ

Το Ευαγγέλιο του Σαββάτου 31 Μαρτίου 2018. Η Ανάσταση του Λαζάρου. Κατά Ιωάννη : Ο θάνατος του Λαζάρου. Ο Ιησούς είναι η Ανάσταση και η Ζωή. Ο Ιησούς δακρύζει. Η ανάσταση του Λαζάρου. Η συνωμοσία για να σκοτώσουν τον Ιησού. Ευαγγελικό απόσπασμα ημέρας από πρωτότυπο και σε νεοελληνική απόδοση Άγιο Ευαγγέλιο, Κεφάλαιο ΙΑ'(11) 1-45 Ἦν δέ τις ἀσθενῶν Λάζαρος ἀπὸ Βηθανίας, ἐκ τῆς κώμης Μαρίας καὶ Μάρθας τῆς ἀδελφῆς αὐτῆς. ἦν δὲ Μαρία ἡ ἀλείψασα τὸν Κύριον μύρῳ καὶ ἐκμάξασα τοὺς πόδας αὐτοῦ ταῖς θριξὶν αὐτῆς, ἧς ὁ ἀδελφὸς Λάζαρος ἠσθένει. ἀπέστειλαν οὖν αἱ ἀδελφαὶ πρὸς αὐτὸν λέγουσαι· Κύριε, ἴδε ὃν φιλεῖς ἀσθενεῖ. ἀκούσας δὲ ὁ ᾿Ιησοῦς εἶπεν· αὕτη ἡ ἀσθένεια οὐκ ἔστι πρὸς θάνατον, ἀλλ’ ὑπὲρ τῆς δόξης τοῦ Θεοῦ, ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ Θεοῦ δι’ αὐτῆς. ἠγάπα δὲ ὁ ᾿Ιησοῦς τὴν Μάρθαν καὶ τὴν ἀδελφὴν αὐτῆς καὶ τὸν Λάζαρον. ὡς οὖν ἤκουσεν ὅτι ἀσθενεῖ, τότε μὲν ἔμεινεν ἐν ᾧ ἦν τόπῳ δύο ἡμέρας· ἔπειτα μετὰ τοῦτο λέγει τοῖς μαθηταῖς· ἄγωμεν εἰς τὴν ᾿Ιουδαίαν πάλιν. λέγουσιν αὐτῷ οἱ μαθητα...